Tap / click on image to see more RealViewsTM
Sale Price $251.30.
Original Price $359.00 Comp. value
per canvas
Save 30% with code BLKFRIWK2025
Stretched Canvas Print
Qty:
Size
40" x 60"
Canvas Thickness
0.75"
+$76.00
Frame
None
+$71.85
+$71.85
+$71.85
About Canvas Prints
Sold by
About This Design
Stretched Canvas Print
Πιστεύομεν εἰς ἕνα Θεὸν Πατέρα παντοκράτορα
πάντων ὁρατῶν τε καὶ ἀοράτων ποιητήν·
καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστὸν
τὸν Υἱὸν τοῦ Θεοῦ,
γεννηθέντα ἐκ τοῦ Πατρὸς μονογενῆ
τουτέστιν ἐκ τῆς οὐσίας τοῦ Πατρος
Θεὸν ἐκ Θεοῦ,
Φῶς ἐκ Φωτός,
Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ,
γεννηθέντα, οὐ ποιηθέντα,
ὁμοούσιον τῷ Πατρί,
δι’ οὗ τὰ πάντα ἐγένετο
τά τε ἐν τῷ οὐρανῷ καὶ τὰ ἐν τῇ γῇ,
τὸν δι’ ἡμᾶς τοὺς ἀνθρώπους, καὶ
διὰ τὴν ἡμετέραν σωτηρίαν,
κατελθόντα,
καὶ σαρκωθέντα,
καὶ ἐνανθρωπήσαντα,
παθόντα,
καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ,
ἀνελθόντα εἰς τοὺς οὐρανούς,
ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς.
καὶ εἰς τὸ Ἅγιον Πνεῦμα.
Τοὺς δὲ λέγοντας Ἦν ποτε ὅτε οὐκ ἦν,
καὶ Πρὶν γεννηθῆναι οὐκ ἦν,
καὶ ὅτι Ἐξ οὐκ ὄντων εγένετο,
ἢ Ἐξ ἑτέρας ὑποστάσεως ἢ οὐσιάς φάσκοντας εἶναι
ἢ κτιστόν
ἢ τρεπτόν
ἢ ἀλλοιωτὸν τὸν Υἱὸν τοῦ Θεοῦ,
τούτους ἀναθεματίζει ἡ ἁγία καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία.
Customer Reviews
There are no reviews for this product yet.Have you purchased this product?
Tags
Recently Viewed Items
